Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.102 Joseph. AJ 4.107 (English) >>Joseph. AJ 4.111

4.105παραγενομένους δὲ τοὺς πρέσβεις δέχεται ξενίᾳ φιλοφρόνως καὶ δειπνίσας ἀνέκρινε τὴν τοῦ θεοῦ διάνοιαν, τίς αὕτη ἐστὶν ἐφʼ οἷς Μαδιηνῖται παρακαλοῦσι. τοῦ δʼ ἐμποδὼν στάντος ἀφικνεῖται πρὸς τοὺς πρέσβεις, προθυμίαν μὲν καὶ σπουδὴν τὴν ἰδίαν ἐμφανίζων αὐτοῖς εἰς δέονται τυχεῖν, τὸν δὲ θεὸν ἀντιλέγειν αὐτοῦ τῇ προαιρέσει δηλῶν, ὃς αὐτὸν ἐπὶ τοσοῦτον κλέος διʼ ἀλήθειαν καὶ τὴν ταύτης πρόρρησιν ἀγάγοι· 4.106τὸν γὰρ στρατόν, καταρασόμενον αὐτὸν ἐλθεῖν παρακαλοῦσι, διʼ εὐνοίας εἶναι τῷ θεῷ· συνεβούλευέ τε διὰ ταύτην τὴν αἰτίαν χωρεῖν παρʼ αὐτοὺς τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἰσραηλίτας καταλυσαμένους. καὶ τοὺς μὲν πρέσβεις ταῦτα εἰπὼν ἀπέλυσε. 4.107

Μαδιηνῖται δὲ Βαλάκου σφόδρα ἐγκειμένου καὶ δέησιν λιπαρὰν προσφέροντος πάλιν πέμπουσι πρὸς τὸν Βάλαμον. κἀκεῖνος βουλόμενος χαρίζεσθαί τι τοῖς ἀνδράσιν ἀνήρετο τὸν θεόν, δὲ καὶ τῆς πείρας δυσχεράνας κελεύει μηδὲν ἀντιλέγειν τοῖς πρέσβεσιν. δʼ οὐχ ὑπολαβὼν ἀπάτῃ ταῦτα τὸν θεὸν κεκελευκέναι συναπῄει τοῖς πρέσβεσι. 4.108κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ κατά τι στενὸν χωρίον περιειλημμένον αἱμασιαῖς διπλαῖς ὄνος, ἐφʼ ἧς Βάλαμος ὠχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος ὑπαντῶντος ἀπέκλινε τὸν Βάλαμον πρὸς τὸν ἕτερον τῶν τριγχῶν ἀναισθήτως ἔχουσα τῶν πληγῶν, ἃς Βάλαμος ἐπέφερεν αὐτῇ κακοπαθῶν τῇ θλίψει τῇ πρὸς τὸν τριγχόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.102 Joseph. AJ 4.107 (English) >>Joseph. AJ 4.111

Powered by PhiloLogic